Μωυσέος note δὲ τὸν προειρημένον τρόπον ἐξ ἀνθρώπων ἀπογεγονότος Ἰησοῦς ἁπάντων ἤδη τῶν ἐπʼ αὐτῷ νενομισμένων τέλος ἐχόντων καὶ τοῦ πένθους λελωφηκότος παρήγγειλεν ἐπὶ στρατείαν ἕτοιμον εἶναι τὸ πλῆθος,
Καὶ στρατοπεδεύσαντος εὐθὺς οἱ κατάσκοποι παρῆσαν μηδὲν ἀγνοήσαντες τῶν παρὰ τοῖς Χαναναίοις· ἐλθόντες γὰρ τὸ πρῶτον ἅπασαν ἐπʼ ἀδείας αὐτῶν τὴν πόλιν κατενόησαν, τῶν τε τειχῶν ὅσα καρτερὰ καὶ ὅσα μὴ τοῦτον ἔχει τὸν τρόπον αὐτοῖς ἀσφαλῶς καὶ τῶν πυλίδων αἳ πρὸς εἴσοδον τῷ στρατοπέδῳ διʼ ἀσθένειαν συνέφερον.